Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.46 Joseph. AJ 6.50 (English) >>Joseph. AJ 6.54

6.48τοῦ δʼ οἰκέτου τέταρτον αὐτῷ παρεῖναι σίκλου φήσαντος καὶ τοῦτο δώσειν, ὑπὸ γὰρ ἀγνοίας τοῦ μὴ λαμβάνειν τὸν προφήτην μισθὸν ἐπλανῶντο, παραγίνονται καὶ πρὸς ταῖς πύλαις παρατυγχάνοντες παρθένοις ἐφʼ ὕδωρ βαδιζούσαις ἐρωτῶσιν αὐτὰς τοῦ προφήτου τὴν οἰκίαν. αἱ δὲ σημαίνουσι καὶ σπεύδειν παρεκελεύσαντο πρὶν αὐτὸν εἰς τὸ δεῖπνον κατακλιθῆναι· πολλοὺς γὰρ ἑστιᾶν καὶ προκατακλίνεσθαι τῶν κεκλημένων. 6.49 δὲ Σαμουῆλος διὰ τοῦτο πολλοὺς ἐπὶ τὴν ἑστίαν τότε συνήγαγε· δεομένῳ γὰρ κατὰ πᾶσαν ἡμέραν αὐτῷ τοῦ θεοῦ προειπεῖν τίνα ποιήσει βασιλέα τῇ παρελθούσῃ τοῦτον μηνύσαντος, πέμψειν γὰρ αὐτός τινα νεανίσκον ἐκ τῆς Βενιαμίτιδος φυλῆς κατὰ τήνδε τὴν ὥραν, αὐτὸς μὲν ἐπὶ τοῦ δώματος καθεζόμενος ἐξεδέχετο τὸν καιρὸν γενέσθαι, πληρωθέντος δʼ αὐτοῦ καταβὰς ἐπὶ τὸ δεῖπνον ἐπορεύετο. 6.50συναντᾷ δὲ τῷ Σαούλῳ καὶ θεὸς αὐτῷ σημαίνει τοῦτον εἶναι τὸν ἄρξειν μέλλοντα. Σαοῦλος δὲ πρόσεισι τῷ Σαμουήλῳ καὶ προσαγορεύσας ἐδεῖτο μηνύειν τὴν οἰκίαν τοῦ προφήτου· ξένος γὰρ ὢν ἀγνοεῖν ἔφασκε. 6.51τοῦ δὲ Σαμουήλου αὐτὸν εἶναι φράσαντος καὶ ἄγοντος ἐπὶ τὸ δεῖπνον, ὡς τῶν ὄνων ἐφʼ ὧν τὴν ζήτησιν ἐκπεμφθείη σεσωσμένων τά τε πάντα ἀγαθὰ ἔχειν αὐτῷ κεκυρωμένα, προστυχώνἀλλʼ ἥττων, εἶπεν, ἐγὼ, δέσποτα, ταύτης τῆς ἐλπίδος καὶ φυλῆς μικροτέρας βασιλέας ποιεῖν καὶ πατριᾶς ταπεινοτέρας τῶν ἄλλων πατριῶν. σὺ δὲ παίζεις καὶ γέλωτά με τίθεσαι περὶ μειζόνων κατὰ τὴν ἐμὴν χώραν διαλεγόμενος.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.46 Joseph. AJ 6.50 (English) >>Joseph. AJ 6.54

Powered by PhiloLogic